Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.26 Dem. 45.29 (English) >>Dem. 45.32

45.28λέγε δʼ αὐτοῖς τὴν διαθήκην αὐτήν, ἣν οὗτοι μετὰ τῆς προκλήσεως μεμαρτυρήκασιν· ὑμεῖς δʼ ἐνθυμεῖσθʼ λέγω.Διαθήκη

τάδε διέθετο Πασίων Ἀχαρνεύς· δίδωμι τὴν ἐμαυτοῦ γυναῖκα Ἀρχίππην Φορμίωνι, καὶ προῖκα ἐπιδίδωμι Ἀρχίππῃ τάλαντον μὲν τὸ ἐκ Πεπαρήθου, τάλαντον δὲ τὸ αὐτόθεν, συνοικίαν ἑκατὸν μνῶν, θεραπαίνας καὶ τὰ χρυσία, καὶ τἄλλα ὅσα ἐστὶν αὐτῇ ἔνδον, ἅπαντα ταῦτα Ἀρχίππῃ δίδωμι.

ἠκούσατʼ, ἄνδρες Ἀθηναῖοι, τὸ πλῆθος τῆς προικός, τάλαντον ἐκ Πεπαρήθου, τάλαντον αὐτόθεν, συνοικίαν ἑκατὸν μνῶν, θεραπαίνας καὶ χρυσία, καὶ τἄλλα, φησίν, ὅσʼ ἔστιν αὐτῇ δίδωμι, τούτῳ τῷ γράμματι καὶ τοῦ ζητῆσαί τι τῶν καταλειφθέντων ἀποκλείων ἡμᾶς.

45.29φέρε δὴ δείξω τὴν μίσθωσιν ὑμῖν, καθʼ ἣν ἐμεμίσθωτο τὴν τράπεζαν παρὰ τοῦ πατρὸς οὗτος. καὶ γὰρ ἐκ ταύτης καίπερ ἐσκευωρημένης ὄψεσθʼ ὅτι πλάσμʼ ὅλον ἐστὶν διαθήκη. δείξω δʼ ἣν οὗτος παρέσχετο μίσθωσιν, οὐκ ἄλλην τινά, ἐν προσγέγραπται ἕνδεκα τάλανθʼ πατὴρ ὀφείλων εἰς τὰς παρακαταθήκας τούτῳ. ἔστι δʼ οἶμαι ταῦτα τοιαῦτα. 45.30τῶν μὲν οἴκοι χρημάτων ὡς ἐπὶ τῇ μητρὶ δοθέντων διὰ τῆς διαθήκης αὑτὸν ἐποίησε κύριον, ὥσπερ ἀκηκόατʼ ἄρτι, τῶν δʼ ἐπὶ τῆς τραπέζης ὄντων, πάντες ᾔδεσαν καὶ λαθεῖν οὐκ ἦν, διὰ τοῦ προσοφείλοντʼ ἀποφῆναι τὸν πατέρʼ ἡμῶν, ἵνα, ὅσʼ ἐξελέγχοιτʼ ἔχων, κεκομίσθαι φαίη. ὑμεῖς δʼ ἴσως αὐτὸν ὑπειλήφατε, ὅτι σολοικίζει τῇ φωνῇ, βάρβαρον καὶ εὐκαταφρόνητον εἶναι. ἔστι δὲ βάρβαρος οὗτος τῷ μισεῖν οὓς αὐτῷ προσῆκε τιμᾶν· τῷ δὲ κακουργῆσαι καὶ διορύξαι πράγματʼ οὐδενὸς λείπεται.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.26 Dem. 45.29 (English) >>Dem. 45.32

Powered by PhiloLogic